×

Ελληνική Αγία Γραφή 1770

Ψαλμοί 150

1
Αἰνεῖτε τὸν Κύριον. Αἰνεῖτε τὸν Θεὸν ἐν τῷ ἁγιαστηρίῳ αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν τῷ στερεώματι τῆς δυνάμεως αὐτοῦ.
2
Αἰνεῖτε αὐτὸν διὰ τὰ μεγαλεῖα αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
3
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
4
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χοροστασίᾳ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
5
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.
6
Πᾶσα πνοή ἄς αἰνῇ τὸν Κύριον. Ἀλληλούϊα.
Greek Bible 1770
Public Domain Version 1770
:
Αποθήκευση σημειώσεων