|
| 1 |
|
| Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν. |
|
| 2 |
|
| Καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου, εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ |
|
| 3 |
|
| —ὃς τὴν οἴκησιν εἶχεν ἐν τοῖς μνήμασιν. Καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι, |
|
| 4 |
|
| διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπάσθαι ὑπ᾿ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς αὐτὸν ἴσχυσεν δαμάσαι. |
|
| 5 |
|
| Καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν, ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. |
|
| 6 |
|
| Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ, |
|
| 7 |
|
| καὶ κράξας φωνῇ μεγάλῃ εἶπεν· «Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.» |
|
| 8 |
|
| Ἔλεγεν γὰρ αὐτῷ, «Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου.» |
|
| 9 |
|
| Καὶ ἐπηρώτα αὐτόν, «Τί σοι ὄνομά;» Καὶ ἀπεκρίθη, λέγων, «Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.» |
|
| 10 |
|
| Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας. |
|
| 11 |
|
| Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη. |
|
| 12 |
|
| Καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες, λέγοντες, «Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.» |
|
| 13 |
|
| Καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς· καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν (ἦσαν δὲ ὡς δισχίλιοι), καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. |
|
| 14 |
|
| Οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον, καὶ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός. |
|
| 15 |
|
| Καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα· καὶ ἐφοβήθησαν. |
|
| 16 |
|
| Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. |
|
| 17 |
|
| Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. |
|
| 18 |
|
| Καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ᾖ μετ᾿ αὐτοῦ. |
|
| 19 |
|
| Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, «Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκεν· καὶ ἠλέησέν σε.» |
|
| 20 |
|
| Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον. |
|
| 21 |
|
| Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾿ αὐτόν· καὶ ἦν παρὰ τὴν θάλασσαν. |
|
| 22 |
|
| Καὶ ἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ |
|
| 23 |
|
| καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι «Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας ὅπως σωθῇ, καὶ ζήσεται.» |
|
| 24 |
|
| Καὶ ἀπῆλθεν μετ᾿ αὐτοῦ. Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. |
|
| 25 |
|
| Καὶ γυνή τις οὖσα—ἐν ῥύσει αἵματος ἔτη δώδεκα, |
|
| 26 |
|
| καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα— |
|
| 27 |
|
| ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ. |
|
| 28 |
|
| (Ἔλεγεν γὰρ ὅτι «Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι.») |
|
| 29 |
|
| Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. |
|
| 30 |
|
| Καὶ εὐθέως ὁ Ἰησοῦς, ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν, «Τίς μου ἥψατο τῶν ἱματίων;» |
|
| 31 |
|
| Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, «Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, ‹Τίς μου ἥψατο;› » |
|
| 32 |
|
| Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. |
|
| 33 |
|
| Ἡ δὲ γυνή, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. |
|
| 34 |
|
| Ὁ δὲ εἶπεν αὐτῇ· «Θύγατερ, ἡ πίστις σου σέσωκέν σε. Ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.» |
|
| 35 |
|
| Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι «Ἡ θυγάτηρ σου ἀπέθανεν. Τί ἔτι σκύλλεις τὸν διδάσκαλον;» |
|
| 36 |
|
| Ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, «Μὴ φοβοῦ· μόνον πίστευε.» |
|
| 37 |
|
| Καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, τὸν ἀδελφὸν Ἰακώβου. |
|
| 38 |
|
| Καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου καὶ θεωρεῖ θόρυβον —κλαίοντας καὶ ἀλαλάζοντας πολλά. |
|
| 39 |
|
| Καὶ εἰσελθὼν λέγει αὐτοῖς· «Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.» |
|
| 40 |
|
| Καὶ κατεγέλων αὐτοῦ. Ὁ δὲ ἐκβαλὼν πάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα, καὶ τοὺς μετ᾿ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον. |
|
| 41 |
|
| Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ, «Ταλιθά, κοῦμι,» ὅ ἐστιν μεθερμηνευόμενον, «Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι.» |
|
| 42 |
|
| Καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει (ἦν γὰρ ἐτῶν δώδεκα). Καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ. |
|
| 43 |
|
| Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν. |
|
|
|
|