|
| 1 |
|
| Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. |
|
| 2 |
|
| Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, «Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;» |
|
| 3 |
|
| Ἀπεκρίθη Ἰησοῦς· «Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. |
|
| 4 |
|
| Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. |
|
| 5 |
|
| Ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου.» |
|
| 6 |
|
| Ταῦτα εἰπών, ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ. |
|
| 7 |
|
| Καὶ εἶπεν αὐτῷ, «Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ» (ὃ ἑρμηνεύεται, Ἀπεσταλμένος). Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. |
|
| 8 |
|
| Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν ἔλεγον, «Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;» |
|
| 9 |
|
| Ἄλλοι ἔλεγον ὅτι «Οὗτός ἐστιν»· ἄλλοι δὲ ὅτι «Ὅμοιος αὐτῷ ἐστιν.» Ἐκεῖνος ἔλεγεν ὅτι «Ἐγώ εἰμι.» |
|
| 10 |
|
| Ἔλεγον οὖν αὐτῷ, «Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;» |
|
| 11 |
|
| Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· «Ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι, ‹Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι.› Ἀπελθὼν δὲ καὶ νιψάμενος, ἀνέβλεψα.» |
|
| 12 |
|
| Εἶπον οὖν αὐτῷ, «Ποῦ ἐστιν ἐκεῖνος;» Λέγει, «Οὐκ οἶδα.» |
|
| 13 |
|
| Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. |
|
| 14 |
|
| (Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.) |
|
| 15 |
|
| Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, «Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.» |
|
| 16 |
|
| Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, «Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ.» Ἄλλοι ἔλεγον, «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;» Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. |
|
| 17 |
|
| Λέγουσιν οὖν τῷ τυφλῷ πάλιν, «Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέν σου τοὺς ὀφθαλμούς;» Ὁ δὲ εἶπεν ὅτι «Προφήτης ἐστίν.» |
|
| 18 |
|
| Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος. |
|
| 19 |
|
| Καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· «Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει;» |
|
| 20 |
|
| Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· «Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη. |
|
| 21 |
|
| Πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν. Αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. Αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.» |
|
| 22 |
|
| Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. |
|
| 23 |
|
| Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι «Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.» |
|
| 24 |
|
| Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλὸς καὶ εἶπον αὐτῷ· «Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.» |
|
| 25 |
|
| Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· «Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα. Ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω.» |
|
| 26 |
|
| Εἶπον δὲ αὐτῷ πάλιν· «Τί ἐποίησέν σοι; Πῶς ἀνέῳξέν σου τοὺς ὀφθαλμούς;» |
|
| 27 |
|
| Ἀπεκρίθη αὐτοῖς· «Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;» |
|
| 28 |
|
| Ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· «Σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί. |
|
| 29 |
|
| Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δέ—οὐκ οἴδαμεν πόθεν ἐστίν.» |
|
| 30 |
|
| Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· «Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν—ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἀνέῳξέν μου τοὺς ὀφθαλμούς. |
|
| 31 |
|
| Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. |
|
| 32 |
|
| Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. |
|
| 33 |
|
| Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν.» |
|
| 34 |
|
| Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, «Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλως, καὶ σὺ διδάσκεις ἡμᾶς;» Καὶ ἐξέβαλον αὐτὸν ἔξω. |
|
| 35 |
|
| Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτόν, εἶπεν αὐτῷ, «Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» |
|
| 36 |
|
| Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, «Καὶ τίς ἐστιν, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;» |
|
| 37 |
|
| Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, «Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.» |
|
| 38 |
|
| Ὁ δὲ ἔφη, «Πιστεύω, Κύριε.» Καὶ προσεκύνησεν αὐτῷ. |
|
| 39 |
|
| Καὶ εἶπεν ὁ Ἰησοῦς, «Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.» |
|
| 40 |
|
| Καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾿ αὐτοῦ καὶ εἶπον αὐτῷ, «Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;» |
|
| 41 |
|
| Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι ‹Βλέπομεν,› ἡ οὖν ἁμαρτία ὑμῶν μένει. |
|
|
|
|