|
| 1 |
|
| Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι· ὅ τε Βαρνάβας καὶ Συμεὼν (ὁ καλούμενος Νίγερ) καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε (Ἡρῴδου τοῦ τετράρχου σύντροφος) καὶ Σαῦλος. |
|
| 2 |
|
| Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπεν τὸ Πνεῦμα τὸ Ἅγιον, «Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» |
|
| 3 |
|
| Τότε, νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν. |
|
| 4 |
|
| Οὗτοι μέν, ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου, κατῆλθον εἰς τὴν Σελεύκειαν· ἐκεῖθεν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον. |
|
| 5 |
|
| Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων (εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην). |
|
| 6 |
|
| Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου, εὗρόν τινα μάγον, ψευδοπροφήτην, Ἰουδαῖον ᾧ ὄνομα Βαρϊησοῦν, |
|
| 7 |
|
| ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ, Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. |
|
| 8 |
|
| Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος (οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ), ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. |
|
| 9 |
|
| Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου καὶ ἀτενίσας εἰς αὐτὸν |
|
| 10 |
|
| εἶπεν· «Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; |
|
| 11 |
|
| Καὶ νῦν ἰδού, χεὶρ Κυρίου ἐπὶ σὲ καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.» Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. |
|
| 12 |
|
| Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπληττόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου. |
|
| 13 |
|
| Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας (Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα). |
|
| 14 |
|
| Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας· καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν. |
|
| 15 |
|
| Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ Νόμου καὶ τῶν Προφητῶν, ἀπέστειλαν πρὸς αὐτοὺς οἱ ἀρχισυνάγωγοι, λέγοντες, «Ἄνδρες ἀδελφοί, εἰ ἔστιν λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.» |
|
| 16 |
|
| Ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρί, εἶπεν· «Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. |
|
| 17 |
|
| Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. |
|
| 18 |
|
| Καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. |
|
| 19 |
|
| Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν. |
|
| 20 |
|
| Καὶ μετὰ ταῦτα, ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα ἔδωκεν κριτὰς, ἕως Σαμουὴλ τοῦ προφήτου. |
|
| 21 |
|
| Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαούλ, υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα. |
|
| 22 |
|
| Καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας, ‹Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.› |
|
| 23 |
|
| Τούτου ὁ Θεός, ἀπὸ τοῦ σπέρματος, κατ᾿ ἐπαγγελίαν, ἤγαγεν τῷ Ἰσραὴλ σωτηρίαν, |
|
| 24 |
|
| προκηρύξαντος Ἰωάννου, πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ, βάπτισμα μετανοίας τῷ Ἰσραήλ. |
|
| 25 |
|
| Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγεν· ‹Τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ—ἀλλ᾿ ἰδού, ἔρχεται μετ᾿ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.› |
|
| 26 |
|
| »Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἁβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν· ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. |
|
| 27 |
|
| Οἱ γὰρ κατοικοῦντες Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν. |
|
| 28 |
|
| Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. |
|
| 29 |
|
| Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. |
|
| 30 |
|
| Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· |
|
| 31 |
|
| ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. |
|
| 32 |
|
| »Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα· τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, |
|
| 33 |
|
| ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας Ἰησοῦν· ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται· ‹Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.› |
|
| 34 |
|
| Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι ‹Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.› |
|
| 35 |
|
| Διὸ καὶ ἐν ἑτέρῳ λέγει, ‹Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.› |
|
| 36 |
|
| Δαυὶδ μὲν γάρ, ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδεν διαφθοράν· |
|
| 37 |
|
| ὃν δὲ ὁ Θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν. |
|
| 38 |
|
| Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· |
|
| 39 |
|
| καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέος δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. |
|
| 40 |
|
| Βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾿ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις· |
|
| 41 |
|
| ‹Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε· ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ᾧ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.› » |
|
| 42 |
|
| Ἐξιόντων δὲ ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων, παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. |
|
| 43 |
|
| Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντες ἔπειθον ἐπιμένειν αὐτοὺς τῇ χάριτι τοῦ Θεοῦ. |
|
| 44 |
|
| Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. |
|
| 45 |
|
| Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, ἀντιλέγοντες καὶ βλασφημοῦντες. |
|
| 46 |
|
| Παρρησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. |
|
| 47 |
|
| Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· ‹Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.› » |
|
| 48 |
|
| Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου· καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. |
|
| 49 |
|
| Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾿ ὅλης τῆς χώρας. |
|
| 50 |
|
| Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. |
|
| 51 |
|
| Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾿ αὐτούς, ἦλθον εἰς Ἰκόνιον. |
|
| 52 |
|
| Οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου. |
|
|
|
|