Byzantine Textform 2018
|
| 1 |
| Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. |
| 2 |
| Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. |
| 3 |
| Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. |
| 4 |
| Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται• ἡ ἀγάπη οὐ ζηλοῖ• ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, |
| 5 |
| οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, |
| 6 |
| οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, |
| 7 |
| πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. |
| 8 |
| Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει• εἴτε δὲ προφητεῖαι, καταργηθήσονται• εἴτε γλῶσσαι, παύσονται• εἴτε γνῶσις, καταργηθήσεται. |
| 9 |
| Ἐκ μέρους δὲ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν• |
| 10 |
| ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. |
| 11 |
| Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην• ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. |
| 12 |
| Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον• ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. |
| 13 |
| Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα• μείζων δὲ τούτων ἡ ἀγάπη. |
| Αποθήκευση σημειώσεων |
https://beblia.bible:81/BibleAudio/greekbyz18/1corinthians/013.mp3
16
13