Η Ελληνική Καινή Διαθήκη Σύμφωνα με την Οικογένεια 35
|
| 1 |
| Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. «Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.» |
| 2 |
| Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν· ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι, |
| 3 |
| ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ—ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν |
| 4 |
| (καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ). Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς. |
| 5 |
| Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει· ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστιν; —εἰ μήτι ἀδόκιμοί ἐστε. |
| 6 |
| Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. |
| 7 |
| Εὔχομαι δὲ πρὸς τὸν Θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν· οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾿ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε (ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν). |
| 8 |
| Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ᾿ ὑπὲρ τῆς ἀληθείας. |
| 9 |
| Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. |
| 10 |
| Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέν μοι ὁ Κύριος, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν. |
| 11 |
| Λοιπόν, ἀδελφοί, χαίρετε· καταρτίζεσθε· παρακαλεῖσθε· τὸ αὐτὸ φρονεῖτε· εἰρηνεύετε· καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ τῆς εἰρήνης ἔσται μεθ᾿ ὑμῶν. |
| 12 |
| Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. |
| 13 |
| Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες. |
| 14 |
| Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν. |
|
| Αποθήκευση Σημειώσεων |
https://beblia.bible:81/BibleAudio/greekf35/2corinthians/013.mp3
13
13