|
| 1 |
|
| Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι· |
|
| 2 |
|
| αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. |
|
| 3 |
|
| Ὅταν γὰρ λέγωσιν, «Εἰρήνη καὶ ἀσφάλεια,» τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. |
|
| 4 |
|
| Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ. |
|
| 5 |
|
| Πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτός, οὐδὲ σκότους. |
|
| 6 |
|
| Ἄρα οὖν, μὴ καθεύδωμεν, ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν· |
|
| 7 |
|
| οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· |
|
| 8 |
|
| ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας. |
|
| 9 |
|
| Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν ἀλλ᾿ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, |
|
| 10 |
|
| τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν ἵνα εἴτε γρηγοροῦμεν εἴτε καθεύδομεν ἅμα σὺν αὐτῷ ζήσωμεν. |
|
| 11 |
|
| Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. |
|
| 12 |
|
| Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς, |
|
| 13 |
|
| καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς. |
|
| 14 |
|
| Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί· νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. |
|
| 15 |
|
| Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. |
|
| 16 |
|
| Πάντοτε χαίρετε· |
|
| 17 |
|
| ἀδιαλείπτως προσεύχεσθε· |
|
| 18 |
|
| ἐν παντὶ εὐχαριστεῖτε, τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. |
|
| 19 |
|
| Τὸ Πνεῦμα μὴ σβέννυτε· |
|
| 20 |
|
| προφητείας μὴ ἐξουθενεῖτε, |
|
| 21 |
|
| πάντα δὲ δοκιμάζετε· τὸ καλὸν κατέχετε. |
|
| 22 |
|
| Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. |
|
| 23 |
|
| Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. |
|
| 24 |
|
| Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. |
|
| 25 |
|
| Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν. |
|
| 26 |
|
| Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. |
|
| 27 |
|
| Ὁρκίζω ὑμᾶς τὸν Κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἁγίοις ἀδελφοῖς. |
|
| 28 |
|
| Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. Ἀμήν. |
|
|
|
|