Η Ελληνική Καινή Διαθήκη Σύμφωνα με την Οικογένεια 35
|
| 1 |
| Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς Δόξης. |
| 2 |
| Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος, ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, |
| 3 |
| καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν λαμπρὰν ἐσθῆτα καὶ εἴπητε αὐτῷ, «Σὺ κάθου ὧδε καλῶς,» καὶ τῷ πτωχῷ εἴπητε, «Σὺ στῆθι ἐκεῖ,» ἢ «Κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου,» |
| 4 |
| οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; |
| 5 |
| Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. Οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; |
| 6 |
| Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; |
| 7 |
| Οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾿ ὑμᾶς; |
| 8 |
| Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν Γραφήν, «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν,» καλῶς ποιεῖτε· |
| 9 |
| εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. |
| 10 |
| Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. |
| 11 |
| Ὁ γὰρ εἰπών, «Μὴ μοιχεύσῃς,» εἶπεν καί, «Μὴ φονεύσῃς.» Εἰ δὲ οὐ μοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου. |
| 12 |
| Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι |
| 13 |
| (ἡ γὰρ κρίσις ἀνήλεος τῷ μὴ ποιήσαντι ἔλεος). Κατακαυχᾶται ἔλεον κρίσεως. |
| 14 |
| Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχει; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; |
| 15 |
| Ἐὰν δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν, καὶ λειπόμενοι ὦσιν τῆς ἐφημέρου τροφῆς, |
| 16 |
| εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, «Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε,» μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος; |
| 17 |
| Οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα ἔχῃ, νεκρά ἐστιν, καθ᾿ ἑαυτήν. |
| 18 |
| (Ἀλλ᾿ ἐρεῖ τις· «Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. Δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου.» |
| 19 |
| Σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστιν. Καλῶς ποιεῖς. Καὶ τὰ δαιμόνια πιστεύουσιν—καὶ φρίσσουσιν.) |
| 20 |
| Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν; |
| 21 |
| Ἁβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; |
| 22 |
| Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη. |
| 23 |
| Καὶ ἐπληρώθη ἡ Γραφὴ ἡ λέγουσα, «Ἐπίστευσεν δὲ Ἁβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Καὶ ‹φίλος Θεοῦ› ἐκλήθη. |
| 24 |
| Ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον. |
| 25 |
| Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; |
| 26 |
| Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν. |
|
| Αποθήκευση Σημειώσεων |
https://beblia.bible:81/BibleAudio/greekf35/james/002.mp3
5
2