|
| 1 |
|
| Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; |
|
| 2 |
|
| Ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. Οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς. |
|
| 3 |
|
| Αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. |
|
| 4 |
|
| Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; Ὃς ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. |
|
| 5 |
|
| Ἢ δοκεῖτε ὅτι κενῶς ἡ Γραφὴ λέγει, πρὸς φθόνον ἐπιποθεῖ τὸ Πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν; |
|
| 6 |
|
| Μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, «Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.» |
|
| 7 |
|
| Ὑποτάγητε οὖν τῷ Θεῷ· ἀντίστητε τῷ διαβόλῳ καὶ φεύξεται ἀφ᾿ ὑμῶν. |
|
| 8 |
|
| Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν. Καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. |
|
| 9 |
|
| Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν. |
|
| 10 |
|
| Ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου καὶ ὑψώσει ὑμᾶς. |
|
| 11 |
|
| Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ γὰρ καταλαλῶν ἀδελφοῦ καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. |
|
| 12 |
|
| Εἷς ἐστιν ὁ Νομοθέτης καὶ Κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι. Σὺ δὲ τίς εἶ ὃς κρίνεις τὸν ἕτερον; |
|
| 13 |
|
| Ἄγε νῦν, οἱ λέγοντες, «Σήμερον καὶ αὔριον πορευσώμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν ἕνα καὶ ἐμπορευσώμεθα καὶ κερδήσωμεν»· |
|
| 14 |
|
| οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον. Ποία γὰρ ἡ ζωὴ ἡμῶν; Ἀτμὶς γάρ ἐστιν ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα ἀφανιζομένη. |
|
| 15 |
|
| Ἀντὶ τοῦ λέγειν ὑμᾶς, «Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσωμεν καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο.» |
|
| 16 |
|
| Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν. Πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. |
|
| 17 |
|
| Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. |
|
|
: |
| 1 | | 2 | | 3 | | 4 | | 5 | | 6 | | 7 | | 8 | | 9 | | 10 | | 11 | | 12 | | 13 | | 14 | | 15 | | 16 | | 17 | 1
1
1 |
|
|---|
|
https://beblia.bible:81/BibleAudio/greekf35/james/004.mp3
5
4